Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.41.1 | Hdt. 3.42.3 (English) | >>Hdt. 3.44.2 |
3.42.1
πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε γενέσθαι . ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι · φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη ἐθέλειν ἐλθεῖν ἐς ὄψιν , χωρήσαντος δέ οἱ τούτου ἔλεγε διδοὺς τὸν ἰχθύν ·
3.42.2 “ὦ βασιλεῦ , ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορήν , καίπερ ἐὼν ἀποχειροβίοτος , ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς · σοὶ δή μιν φέρων δίδωμι .” ὁ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται τοισίδε · “κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλῆ τῶν τε λόγων καὶ τοῦ δώρου , καί σε ἐπὶ δεῖπνον καλέομεν .”
3.42.3 ὁ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τὰ οἰκία , τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύι αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα .
3.42.4 ὡς δὲ εἶδόν τε καὶ ἔλαβον τάχιστα , ἔφερον κεχαρηκότες παρὰ τὸν Πολυκράτεα , διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη . τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα , γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα καταλελάβηκε , γράψας δὲ ἐς Αἴγυπτον ἐπέθηκε .
ch. 43
3.43.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.41.1 | Hdt. 3.42.3 (English) | >>Hdt. 3.44.2 |